παπταίνει θαλάμους καί οἱ νόος οὔτʼ ἐπὶ φορβὴν
στέλλεται οὔτε τινʼ ἄλλον ἔχει πόνον, ἀλλʼ ἐπὶ νύμφαις
μοχθίζει δύσζηλος ἀειφρούροισι πόνοισι·
νυκτὶ δέ οἱ βρώμης τε μέλει καὶ παύεται ἔργων
190
τυτθὸν ὅσον φυλακῆς ἀζηχέος· ἀλλʼ ὅτε κίχλαι
ὃν τόκον ὠδίνωσιν, ὃ δʼ ἄσχετα τῆμος ἀΐσσει
ἀμφιπεριτρομέων, ἐπὶ δʼ ἔρχεται ἄλλοτε ἄλλην
εἰς ἄλοχον, μέγα δή τι περιτρομέοντι ἐοικὼς
ὠδίνων. οἷον δὲ μετὰ φρεσὶν ἄχθος ἀλύει
195
μήτηρ, τηλυγέτοιο θοὴν ὠδῖνα θυγατρὸς
πρωτολεχοῦς φρίσσουσα· τὸ γὰρ μέγα δεῖμα γυναικῶν·
αὐτὴν δʼ οὔτι χέρειον ἱκάνεται Εἰλειθυίης
κῦμα πόνων, πάντῃ δὲ διὲκ θαλάμων δεδόνηται
εὐχομένη, στενάχουσα, μετήορον ἦτορ ἔχουσα,
200
εἰσόκε λυσιπόνοιο βοῆς ἔντοσθεν ἀκούσῃ·
ὣς ὁ περιτρομέων ἀλόχοις μέγα δαίεται ἦτορ.
τοῖόν που λεχέων ἀΐω νόμον ἐντύνεσθαι
Ἀσσυρίους, οἳ Τίγριν ὑπέρ πόρον ἄστε’ ἔχουσι,
Βάκτρων τʼ ἐνναετῆρας, ἑκηβόλον ἔθνος ὀϊστῶν·
205
καὶ γὰρ τοῖς πλέονές τε γαμήλια λέκτρα γυναῖκες
κεκριμέναι μεθέπουσι καὶ εὐνάζονται ἅπασαι
νύκτας ἀμειβόμεναι· μετὰ δέ σφισι κέντρον ὀπηδεῖ
ζήλου ἀνιαροῖο, περὶ ζήλῳ δʼ ὀλέκονται,
αἰὲν ἐπʼ ἀλλήλοισι βαρὺν θήγοντες ἄρηα.
210
ὣς οὐδὲν ζήλοιο κακώτερον ἀνδράσιν ἄλγος
ἐντρέφεται, πολλοὺς δὲ γόους, πολλὰς δὲ τίθησιν
οἰμωγάς· λύσσης γὰρ ἀναιδέος ἐστὶν ἑταῖρος·
λύσσῃ δʼ ἀσπασίως ἐπιμίσγεται, ἐς δὲ βαρεῖαν
ἄτην ἐξεχόρευσε, τέλος δέ οἱ ἔπλετʼ ὄλεθρος.
215
ὃς καὶ τὸν δύστηνον ὑπήγαγε κόσσυφον ἄτῃ